Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.123 Dem. 23.126 (English) >>Dem. 23.129

23.125εἰ γάρ ἐστί τῳ δοτέον τι τοιοῦτον, ὡς ἔγωγʼ οὔ φημι, πρῶτον μὲν τῷ μηδὲν ἠδικηκότι πώποτε, δεύτερον δὲ μηδʼ ἂν ἀδικεῖν βούληται δυνησομένῳ, ἔπειθʼ ὡς ἀληθῶς ὅστις ἅπασιν ἀνθρώποις ἔσται φανερὸς ὑπὲρ τοῦ μή <τι> παθεῖν ταῦθʼ εὑρισκόμενος, καὶ οὐκ ἐπὶ τῷ ποιεῖν μετʼ ἀδείας ἑτέρους κακῶς, τούτῳ δοτέον. ὅτι μὲν τοίνυν Χαρίδημος οὔτε τῶν ἀναμαρτήτων ἐστὶ πρὸς ὑμᾶς οὔτε τῶν ἵνα μή τι πάθῃ ταῦθʼ εὑρισκομένων, ἐάσω· ἀλλʼ ὡς οὐδὲ πιστὸς εἰς τὸν ἔπειτα χρόνον, ἀκούσατέ μου, καὶ σκοπεῖτε, ἂν ὑμῖν ὀρθῶς ἐξετάζειν δοκῶ.

23.126ἐγὼ νομίζω, ἄνδρες Ἀθηναῖοι, ὅσοι μὲν τῶν ἡμετέρων ἐθῶν καὶ νόμων ἐπιθυμηταὶ γενόμενοι πολῖται γενέσθαι ἐσπούδασαν, ἅμα τʼ αὐτοὺς ἂν τυγχάνειν τούτων καὶ παρʼ ἡμῖν οἰκεῖν καὶ μετέχειν ὧν ἐπεθύμησαν· ὅσους δὲ τούτων μὲν μηδενὸς μήτʼ ἐπιθυμία μήτε ζῆλος εἰσέρχεται, τὴν πλεονεξίαν δʼ ἀγαπῶσιν ἣν διὰ τοῦ δοκεῖν ὑφʼ ὑμῶν τιμᾶσθαι καρποῦνται, τούτους δʼ οἴομαι, μᾶλλον δʼ οἶδα σαφῶς, ὅταν ποτὲ μείζονος πλεονεξίας ἑτέρωθεν ἐλπίδʼ ἴδωσιν, οὐδʼ ὁτιοῦν ὑμῶν φροντίσαντας ἐκείνην θεραπεύσειν. 23.127οἷον, ἵνʼ εἰδῆτε καὶ ὑμεῖς πρὸς ταῦτʼ ἐγὼ βλέπων λέγω, Πύθων οὑτοσί, ὅτε μὲν Κότυν εὐθὺς ἀπεκτονὼς οὐκ ἀσφαλὲς ἡγεῖτʼ ἀπελθεῖν ὅποι τύχοι, ἦλθεν ὡς ὑμᾶς καὶ πολιτείαν ᾔτησεν καὶ πάντων ἐποιήσατο πρώτους ὑμᾶς, ἐπειδὴ δʼ οἴεται τὰ Φιλίππου πράγματα συμφέρειν αὑτῷ μᾶλλον, οὐδʼ ὁτιοῦν ὑμῶν φροντίσας τἀκείνου φρονεῖ. οὐ γάρ ἐστιν, οὐκ ἔστιν, ἄνδρες Ἀθηναῖοι, παρὰ τούτοις τοῖς ἐπὶ τῇ τοῦ πλεονεκτεῖν προαιρέσει ζῶσιν οὐδὲν οὔτε βέβαιον οὔθʼ ὅσιον, ἀλλὰ δεῖ τούτων, ὅστις εὖ φρονεῖ, φυλαττόμενον περιεῖναι, μὴ προπιστεύσαντα κατηγορεῖν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.123 Dem. 23.126 (English) >>Dem. 23.129

Powered by PhiloLogic